Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.251 Joseph. AJ 17.255 (English) >>Joseph. AJ 17.259

17.254

Ἐνστάσης δὲ τῆς πεντηκοστῆς, ἑορτὴ δὲ ἡμῶν ἐστιν πάτριος τοῦτο κεκλημένη, οὔτι κατὰ τὴν θρησκείαν μόνον παρῆσαν, ἀλλʼ ὀργῇ φέροντες τὴν παροινίαν τῆς Σαβίνου ὕβρεως μυριάδες συνηθροίσθησαν ἀνθρώπων καὶ πάνυ πολλαὶ Γαλιλαίων τε καὶ Ἰδουμαίων, Ἱεριχουντίων τε ἦν πληθὺς καὶ ὁπόσοι περάσαντι Ἰορδάνην ποταμὸν οἰκοῦσιν, αὐτῶν τε Ἰουδαίων πλῆθος πρὸς πάντας συνειλέχατο καὶ πολὺ προθυμότεροι τῶν ἄλλων ἐπὶ τιμωρίᾳ τῇ Σαβίνου ὡρμήκεσαν. 17.255καὶ τρία μέρη νεμηθέντες ἐπὶ τοσῶνδε στρατοπεδεύονται χωρίων, οἱ μὲν τὸν ἱππόδρομον ἀπολαβόντες, καὶ τῶν δὲ λοιπῶν δύο μερῶν οἱ μὲν τῷ βορείῳ τοῦ ἱεροῦ πρὸς μεσημβρίαν τετραμμένοι, οἱ δὲ ἑῴαν μοῖραν εἶχον, μοῖρα δὲ αὐτῶν τρίτη τὰ πρὸς δυόμενον ἥλιον, ἔνθα καὶ τὸ βασίλειον ἦν. ἐπράσσετο δὲ τὰ πάντα αὐτοῖς ἐπὶ πολιορκίᾳ τῶν Ῥωμαίων ἁπανταχόθεν αὐτοῖς ἀποκεκλεισμένων. 17.256καὶ Σαβῖνος, ἔδεισε γὰρ τό τε πλῆθος αὐτῶν καὶ τὰ φρονήματα ἀνδρῶν ἐν ὀλίγῳ τὸ θανεῖν ποιουμένων ὑπὸ τοῦ ἡττᾶσθαι μὴ ἐθέλειν ἐφʼ οἷς ἀρετὴν κρίνειαν τὸ νικᾶν, παραχρῆμά τε ὡς τὸν Οὔαρον ἔπεμπε γράμματα καὶ τὸ σύνηθες οὐκ ἀνίει κελεύων ἐκ τοῦ ὀξέος βοηθεῖν, ὡς κινδύνου μεγίστου τὸ ἐγκαταλειφθὲν στράτευμα περιεσχηκότος διὰ τὸ μὴ ἐς μακρὰν ἐλπίζειν κατακοπήσεσθαι ληφθέντας αὐτούς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.251 Joseph. AJ 17.255 (English) >>Joseph. AJ 17.259

Powered by PhiloLogic